Δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν ἀργύρεον ποίησαν Ὀλύμπια δώματ᾽ ἔχοντες, χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα· 130 ἀλλ᾽ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ ἐτρέφετ᾽ ἀτάλλων, μέγα νήπιος, ᾧ ἐνὶ οἴκῳ· ἀλλ᾽ ὅτ᾽ ἄρ᾽ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο.
Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων χάλκειον ποίησ᾽, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον, 145 ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηος ἔργ᾽ ἔμελε στονόεντα καὶ ὕβριες, οὐδέ τι σῖτον ἤσθιον, ἀλλ᾽ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν.
Aὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖα κάλυψε,τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων,οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα 125 ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπ᾽ αἶαν,πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον.
Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων χάλκειον ποίησ᾽, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον, 145 ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηος ἔργ᾽ ἔμελε στονόεντα καὶ ὕβριες, οὐδέ τι σῖτον ἤσθιον, ἀλλ᾽ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν. ἄπλαστοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσι. 150 τῶν δ᾽ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι, χαλκῷ δ᾽ εἰργάζοντο· μέλας δ᾽ οὐκ ἔσκε σίδηρος. καὶ τοὶ μὲν χείρεσσιν ὑπὸ σφετέρῃσι δαμέντες βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Ἀίδαο, νώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας 155 εἷλε μέλας, λαμπρὸν δ᾽ ἔλιπον φάος ἠελίοιο.
Πέμπτοισι μετεῖναι 175 ἀνδράσιν, ἀλλ᾽ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι. νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτ᾽ ἦμαρ παύσονται καμάτου καὶ ὀιζύος οὐδέ τι νύκτωρ φθειρόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας. ἀλλ᾽ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν. 180 Ζεὺς δ᾽ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων, εὖτ᾽ ἂν γεινόμενοι ολιοκρόταφοι τελέθωσιν. οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ, οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ. 185 αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας· μέμψονται δ᾽ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι, σχέτλιοι, οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέν κεν οἵ γε γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν· χειροδίκαι· ἕτερος δ᾽ ἑτέρου πόλιν ἐξαλαπάξει· 190 οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὐδὲ δικαίου οὐδ᾽ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν ἀνέρα τιμήσουσι· δίκη δ᾽ ἐν χερσί· καὶ αἰδὼς οὐκ ἔσται, βλάψει δ᾽ ὁ κακὸς τὸν ἀρείονα φῶτα μύθοισι σκολιοῖς ἐνέπων, ἐπὶ δ᾽ ὅρκον ὀμεῖται.
Ζεὺς δ᾽ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων, εὖτ᾽ ἂν γεινόμενοι ολιοκρόταφοι τελέθωσιν. οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ, οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ. 185 αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας· μέμψονται δ᾽ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι, σχέτλιοι, οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέν κεν οἵ γε γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν· χειροδίκαι· ἕτερος δ᾽ ἑτέρου πόλιν ἐξαλαπάξει· 190 οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὐδὲ δικαίου οὐδ᾽ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν ἀνέρα τιμήσουσι· δίκη δ᾽ ἐν χερσί· καὶ αἰδὼς οὐκ ἔσται, βλάψει δ᾽ ὁ κακὸς τὸν ἀρείονα φῶτα μύθοισι σκολιοῖς ἐνέπων, ἐπὶ δ᾽ ὅρκον ὀμεῖται. 195 ζῆλος δ᾽ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι δυσκέλαδος κακόχαρτος ὁμαρτήσει στυγερώπης. καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης λευκοῖσιν φάρεσσι καλυψαμένω χρόα καλὸν ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ᾽ ἀνθρώπους 200 Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ θνητοῖς ἀνθρώποισι· κακοῦ δ᾽ οὐκ ἔσσεται ἀλκή.
Ζεὺς δ᾽ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων, εὖτ᾽ ἂν γεινόμενοι ολιοκρόταφοι τελέθωσιν. οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ, οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ. 185 αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας· μέμψονται δ᾽ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι, σχέτλιοι, οὐδὲ θεῶν ὄπιν εἰδότες· Link! Damn you!οὐδέν κεν οἵ γε γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν· χειροδίκαι· ἕτερος δ᾽ ἑτέρου πόλιν ἐξαλαπάξει· 190 οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὐδὲ δικαίου οὐδ᾽ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν ἀνέρα τιμήσουσι· δίκη δ᾽ ἐν χερσί· καὶ αἰδὼς οὐκ ἔσται, βλάψει δ᾽ ὁ κακὸς τὸν ἀρείονα φῶτα μύθοισι σκολιοῖς ἐνέπων, ἐπὶ δ᾽ ὅρκον ὀμεῖται. 195 ζῆλος δ᾽ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι δυσκέλαδος κακόχαρτος ὁμαρτήσει στυγερώπης. καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης λευκοῖσιν φάρεσσι καλυψαμένω χρόα καλὸν ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ᾽ ἀνθρώπους 200 Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ θνητοῖς ἀνθρώποισι· κακοῦ δ᾽ οὐκ ἔσσεται ἀλκή.